Μηνὶ Ἰουνίῳ
Ὁ Ἰούνιος αἷμα θερμὸν κυριεύει. ἁρμόζει
ὕδωρ ψυχρὸν ἀποροφεῖν ῥοφήματα τρία μικρὰ μὴ ἀπλήστως καὶ ἐπινηστεύειν ἕως ὥρας
γ' καὶ πᾶσι τοῖς ψυχροτέροις μετρίως χρᾶσθαι͵ τῶν δὲ δριμυτέρων καὶ ξηρῶν ἀπέχεσθαι
οἷον πέπερεως͵ καρυοφύλλων͵ κιναμώμου καὶ ὅσα διὰ τῶν ἀρωμάτων. ἐκ δὲ τῶν
κοδιμέντων σκόροδον͵ κρομμύδιον͵ πράσα͵ ῥέφανον͵ εὔζωμον͵ κάρδαμον͵ σίνηπι καὶ
τριπτὸν ὀρίγανον͵ ἡδύοσμον͵ θρύμβην καὶ χαμαιδάφνια μὴ ἐσθίειν. ἐκ δὲ τῶν κρεῶν
πρόβεα τρυφερά. λαμβάνειν δὲ τὰ τῶν κριῶν· στέαρ δὲ μηδ΄ ὅλως ἅπτεσθαι. αὐτὸ δὲ
τὸ κρέας ἔστω ἀπὸ λιπαροῦ κριοῦ· ἄρνας δὲ νεμομένους καὶ γαλακτοτροφοῦντας ἐσθίειν·
μὴ καρυκεύειν δὲ τὸ σύνολον ὡς εἴρηται͵ ἄνευ τοῦ κολιάνδρου καὶ στάχους καὶ ἀνίσου·
ὀρίγανον δὲ ἐσθίειν μετρίως. ἀπέχεσθαι καὶ ζεματοποσίας παντοίας. καὶ τῶν ὀρνέων
ἐσθίειν ὀρνίθια καὶ ἀλεκτορόπουλα καὶ περιστερόπουλα βρακάτα͵ χλία τε καὶ ὀπτά.
εὐώδη καὶ ἀνισάτα κονδίτα καὶ λεπτοὺς οἴνους πίνειν μετὰ θερμοῦ͵ μὴ παλαιούς͵ μὴ
χροακούς. ἐκ δὲ τῶν ἰχθύων πάντας τρυφεροσάρκους ἐσθίειν οἷον λαπίνας͵ χάνους͵
κόκκυγας͵ σπάρους͵ χρυσόφους͵ ὀρφούς͵ κωβέους καὶ ὅσα μαλακόσαρκα ἐσθίειν. ἀπέχεσθαι
δὲ χρὴ λάβρακας͵ κεφάλους͵ ἰουλάρους͵ τρίγλας͵ σκορπίους͵ φάγρους͵ ἀστακούς͵
παγούρους καὶ ὅσα ὀστρακόδερμα καὶ σκληρόσαρκα. ἔστωσαν δὲ τὰ ἐμβάμματα δι΄ ὀξυμέλιτος.
τοὺς δὲ ὀψαρίων ζωμοὺς καρυκεύειν διὰ στάχους καὶ ἀνίσου καὶ κολιάνδρου· τὰ δὲ
τηγάνου μετρίως. μαρούλιν͵ ἔντιβον͵ σέλινα ἄσπρα ἐν ὄξει σκιλλιτικῷ βαπτόμενα͵
μετρίως· πολὺ γὰρ ἐσθιόμενον τὸ μαρούλιν ἀπαμβλύνει τὴν κόρην. ἐκ δὲ ὀπωρῶν
κεράσιν ἄσπρον καὶ ἀγκούριν ἐσθίειν μετρίως. ὅσα δὲ ἔξω τῶν γεγραμμένων ἐν τῷ
μηνὶ τούτῳ ἀπέχεσθαι χρή. λουτρὰ δὲ η' δι΄ ὅλου τοῦ μηνός· ψίλωθρον δὲ δι΄ ὅλου
μηδ΄ ὅλως͵ μηδὲ σμήγματα. τῶν αὐτῶν δὲ σαπῶνα ἕως τῶν κα' τοῦ μηνός. καὶ ἀφροδισιάζειν
ἀπέχειν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου