Μηνὶ Ἰουλίῳ
Ὁ Ἰούλιος ξανθὴν χολὴν κυριεύει. τῷ μηνὶ τούτῳ ἁρμόζει ἀφροδισίων ἀπέχειν καὶ πλείστης τροφῆς παντοίας μόχθου τε βίου καὶ πλείστης κραιπάλης· ὡς προλέλεκται ἐν τῷ Ἰουνίῳ κρέη τράγεια εὐνοῦχα τρυφερά͵ λαγοὺς δὲ καὶ δόρκους καὶ ἐλάφους καὶ τρυγόνας καὶ φάσσας ἐσθίειν μετρίως͵ ἄνευ δὲ ὄξους ταῦτα μὴ ἐσθίειν. ἐκ δὲ κοδιμέντων ὥσπερ τοῦ Ἰουνίου μηνός. ἐκ δὲ τῶν ἰχθύων τοὺς τρυφεροσάρκους ἐσθίειν οἷόν τι κίχλας͵ λαπίνας καὶ ὅσα τρυφερόσαρκα καὶ ὑγρά. καὶ τὰ ὀξυμέλιτα καὶ τὰ ὀξυγάριτα. ἐκ δὲ τῶν ὀπωρῶν τὰς ὑγροτέρας οἷον πέπονας καὶ λευκὰ σῦκα μετὰ ἅλατος ἐσθίειν͵ σταφυλὰς δὲ πάσας ἄνευ τῆς μαύρας͵ ἄπιον͵ μῆλον͵ δαμάσκηνον͵ ῥοδάκινον͵ καὶ ὅσα ὑγρὰ ἐσθίειν͵ πάσας δὲ λοιπὰς ὀπώρας ἀπέχεσθαι· οἴνους δὲ λεπτοὺς πίνειν· τὴν μὲν τροφὴν μετρίως͵ τοὺς δὲ οἴνους πλείστους καὶ τὰ ῥοσάτα. ζέματα δὲ μὴ λαμβάνειν πλὴν τὸ τοῦ δαυκιοῦ ζέμα͵ ὀλίγῳ μέλιτι καὶ στάχει ἀρτυθέν. λουτρὰ δὲ η' δι΄ ὅλου τοῦ μηνός͵ σμήγματα δὲ διὰ κιμουλίας λούεσθαι συντόμως. καθαρσίου δὲ ἀπέχειν χρή.